LXX

LXX

Click to Change

Return to Top

Return to Top

Printer Icon

Print

Copy
Copy Options
Format by: Verse Paragraph
Strong's
Red Letter
Audio Bibles
Copy Options
Cite Print
The Blue Letter Bible

Ιησούς του Ναυή (Joshua) 13 :: Septuagint (LXX)

Choose a new font size and typeface
Audio Bibles
Unchecked Copy BoxJos 13:1 - καὶ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν σὺ προβέβηκας τῶν ἡμερῶν καὶ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν
Unchecked Copy BoxJos 13:2 - καὶ αὕτη γῆ καταλελειμμένη ὅρια Φυλιστιιμ ὁ Γεσιρι καὶ Χαναναῖος
Unchecked Copy BoxJos 13:3 - ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ακκαρων ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιιμ τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ καὶ τῷ Γεθθαίῳ καὶ τῷ Ακκαρωνίτῃ καὶ τῷ Ευαίῳ
Unchecked Copy BoxJos 13:4 - ἐκ Θαιμαν καὶ πάσῃ γῇ Χανααν ἐναντίον Γάζης καὶ οἱ Σιδώνιοι ἕως Αφεκ ἕως τῶν ὁρίων τῶν Αμορραίων
Unchecked Copy BoxJos 13:5 - καὶ πᾶσαν τὴν γῆν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τῆς εἰσόδου Εμαθ
Unchecked Copy BoxJos 13:6 - πᾶς κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερεφωθμαιμ πάντας τοὺς Σιδωνίους ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ισραηλ ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ισραηλ ὃν τρόπον σοι ἐνετειλάμην
Unchecked Copy BoxJos 13:7 - καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἀπὸ τοῦ Ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν θάλασσα μεγάλη ὁριεῖ
Unchecked Copy BoxJos 13:8 - ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση τῷ Ρουβην καὶ τῷ Γαδ ἔδωκεν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου κατ᾽ ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυσῆς παῖς κυρίου
Unchecked Copy BoxJos 13:9 - ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισωρ ἀπὸ Μαιδαβα ἕως Δαιβαν
Unchecked Copy BoxJos 13:10 - πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων ὃς ἐβασίλευσεν ἐν Εσεβων ἕως τῶν ὁρίων υἱῶν Αμμων
Unchecked Copy BoxJos 13:11 - καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ τοῦ Μαχατι πᾶν ὄρος Αερμων καὶ πᾶσαν τὴν Βασανῖτιν ἕως Σελχα
Unchecked Copy BoxJos 13:12 - πᾶσαν τὴν βασιλείαν Ωγ ἐν τῇ Βασανίτιδι ὃς ἐβασίλευσεν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν
Unchecked Copy BoxJos 13:13 - καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ τὸν Γεσιρι καὶ τὸν Μαχατι καὶ τὸν Χαναναῖον καὶ κατῴκει βασιλεὺς Γεσιρι καὶ Μαχατι ἐν τοῖς υἱοῖς Ισραηλ ἕως τῆς σήμερον ἡμέρας
Unchecked Copy BoxJos 13:14 - πλὴν τῆς φυλῆς Λευι οὐκ ἐδόθη κληρονομία κύριος θεὸς Ισραηλ οὗτος αὐτῶν κληρονομία καθὰ εἶπεν αὐτοῖς κύριος καὶ οὗτος καταμερισμός ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω
Unchecked Copy BoxJos 13:15 - καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ρουβην κατὰ δήμους αὐτῶν
Unchecked Copy BoxJos 13:16 - καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Αρνων καὶ πόλις ἐν τῇ φάραγγι Αρνων καὶ πᾶσαν τὴν Μισωρ
Unchecked Copy BoxJos 13:17 - ἕως Εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισωρ καὶ Δαιβων καὶ Βαμωθβααλ καὶ οἴκου Βεελμων
Unchecked Copy BoxJos 13:18 - καὶ Ιασσα καὶ Κεδημωθ καὶ Μεφααθ
Unchecked Copy BoxJos 13:19 - καὶ Καριαθαιμ καὶ Σεβαμα καὶ Σεραδα καὶ Σιωρ ἐν τῷ ὄρει Εμακ
Unchecked Copy BoxJos 13:20 - καὶ Βαιθφογωρ καὶ Ασηδωθ Φασγα καὶ Βαιθασιμωθ
Unchecked Copy BoxJos 13:21 - καὶ πάσας τὰς πόλεις τοῦ Μισωρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηων βασιλέως τῶν Αμορραίων ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιαμ καὶ τὸν Ευι καὶ τὸν Ροκομ καὶ τὸν Σουρ καὶ τὸν Ουρ καὶ τὸν Ροβε ἄρχοντας παρὰ Σηων καὶ τοὺς κατοικοῦντας τὴν γῆν
Unchecked Copy BoxJos 13:22 - καὶ τὸν Βαλααμ τὸν τοῦ Βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ
Unchecked Copy BoxJos 13:23 - ἐγένετο δὲ τὰ ὅρια Ρουβην Ιορδάνης ὅριον αὕτη κληρονομία υἱῶν Ρουβην κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν
Unchecked Copy BoxJos 13:24 - ἔδωκεν δὲ Μωυσῆς τοῖς υἱοῖς Γαδ κατὰ δήμους αὐτῶν
Unchecked Copy BoxJos 13:25 - καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ιαζηρ πᾶσαι αἱ πόλεις Γαλααδ καὶ τὸ ἥμισυ γῆς υἱῶν Αμμων ἕως Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον Ραββα
Unchecked Copy BoxJos 13:26 - καὶ ἀπὸ Εσεβων ἕως Ραμωθ κατὰ τὴν Μασσηφα καὶ Βοτανιν καὶ Μααναιν ἕως τῶν ὁρίων Δαβιρ
Unchecked Copy BoxJos 13:27 - καὶ ἐν Εμεκ Βαιθαραμ καὶ Βαιθαναβρα καὶ Σοκχωθα καὶ Σαφαν καὶ τὴν λοιπὴν βασιλείαν Σηων βασιλέως Εσεβων καὶ Ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενερεθ πέραν τοῦ Ιορδάνου ἀπ᾽ ἀνατολῶν
Unchecked Copy BoxJos 13:28 - αὕτη κληρονομία υἱῶν Γαδ κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν
Unchecked Copy BoxJos 13:29 - καὶ ἔδωκεν Μωυσῆς τῷ ἡμίσει φυλῆς Μανασση κατὰ δήμους αὐτῶν
Unchecked Copy BoxJos 13:30 - καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μααναιμ καὶ πᾶσα βασιλεία Βασανι καὶ πᾶσα βασιλεία Ωγ βασιλέως Βασαν καὶ πάσας τὰς κώμας Ιαϊρ αἵ εἰσιν ἐν τῇ Βασανίτιδι ἑξήκοντα πόλεις
Unchecked Copy BoxJos 13:31 - καὶ τὸ ἥμισυ τῆς Γαλααδ καὶ ἐν Ασταρωθ καὶ ἐν Εδραϊν πόλεις βασιλείας Ωγ ἐν Βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς Μαχιρ υἱοῦ Μανασση καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχιρ υἱοῦ Μανασση κατὰ δήμους αὐτῶν
Unchecked Copy BoxJos 13:32 - οὗτοι οὓς κατεκληρονόμησεν Μωυσῆς πέραν τοῦ Ιορδάνου ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ ἀνατολῶν
LXX

We are indebted to the University of Pennsylvania Center for Computer Analysis of Texts (CCAT) and their Septuagint Greek Old Testament data files. These files have been of great assistance in the preparation of the Blue Letter Bible Septuagint text. They have been used, with permission, for non-commercial use only. All requests for permission to use the Septuagint (LXX) must be directed to the University of Pennsylvania CCAT (User Agreement / Declaration Form).

BLB Searches
Search the Bible
LXX
 [?]

Advanced Options

Other Searches

Multi-Verse Retrieval
x
LXX

Daily Devotionals
x

Blue Letter Bible offers several daily devotional readings in order to help you refocus on Christ and the Gospel of His peace and righteousness.

Daily Bible Reading Plans
x

Recognizing the value of consistent reflection upon the Word of God in order to refocus one's mind and heart upon Christ and His Gospel of peace, we provide several reading plans designed to cover the entire Bible in a year.

One-Year Plans

Two-Year Plan

Joshua Chapter 13 — Additional Translations: